Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.107.2 | Hdt. 1.108.3 (English) | >>Hdt. 1.109.3 |
1.108.1
συνοικεούσης δὲ τῷ Καμβύσῃ τῆς Μανδάνης , ὁ Ἀστυάγης τῷ πρώτῳ ἔτεϊ εἶδε ἄλλην ὄψιν , ἐδόκεε δέ οἱ ἐκ τῶν αἰδοίων τῆς θυγατρὸς ταύτης φῦναι ἄμπελον , τὴν δὲ ἄμπελον ἐπισχεῖν τὴν Ἀσίην πᾶσαν .
1.108.2 ἰδὼν δὲ τοῦτο καὶ ὑπερθέμενος τοῖσι ὀνειροπόλοισι , μετεπέμψατο ἐκ τῶν Περσέων τὴν θυγατέρα ἐπίτεκα ἐοῦσαν , ἀπικομένην δὲ ἐφύλασσε βουλόμενος τὸ γενόμενον ἐξ αὐτῆς διαφθεῖραι · ἐκ γάρ οἱ τῆς ὄψιος οἱ τῶν Μάγων ὀνειροπόλοι ἐσήμαινον ὅτι μέλλοι ὁ τῆς θυγατρὸς αὐτοῦ γόνος βασιλεύσειν ἀντὶ ἐκείνου .
1.108.3 ταῦτα δὴ ὦν φυλασσόμενος ὁ Ἀστυάγης , ὡς ἐγένετο ὁ Κῦρος , καλέσας Ἅρπαγον ἄνδρα οἰκήιον καὶ πιστότατόν τε Μήδων καὶ πάντων ἐπίτροπον τῶν ἑωυτοῦ , ἔλεγέ οἱ τοιάδε ·
1.108.4 “Ἅρπαγε , πρῆγμα τὸ ἄν τοι προσθέω , μηδαμῶς παραχρήσῃ , μηδὲ ἐμέ τε παραβάλῃ καὶ ἄλλους ἑλόμενος ἐξ ὑστέρης σοὶ αὐτῷ περιπέσῃς · λάβε τὸν Μανδάνη ἔτεκε παῖδα , φέρων δὲ ἐς σεωυτοῦ ἀπόκτεινον , μετὰ δὲ θάψον τρόπῳ ὅτεῳ αὐτὸς βούλεαι .”
1.108.5 ὁ δὲ ἀμείβεται · “ὦ βασιλεῦ , οὔτε ἄλλοτε κω παρεῖδες ἀνδρὶ τῷδε ἄχαρι οὐδέν , φυλασσόμεθα δὲ ἐς σὲ καὶ ἐς τὸν μετέπειτα χρόνον μηδὲν ἐξαμαρτεῖν . ἀλλʼ εἴ τοι φίλον τοῦτο οὕτω γίνεσθαι , χρὴ δὴ τό γε ἐμὸν ὑπηρετέεσθαι ἐπιτηδέως .”
ch. 109
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.107.2 | Hdt. 1.108.3 (English) | >>Hdt. 1.109.3 |